Ancient Greek
Περὶ ἀσυναπτήτων.
Hephaestion, Enchridion de Metris 14
Not analysed yet
(14) Τοῦ δὲ δακτυλικοῦ πενθημιμεροῦς δὶς λαμβανομένου γίνεται τὸ ἐλεγεῖον· ἀλλὰ τὸ μὲν δεύτερον αὐτοῦ μέρος ἑπτασύλλαβον ἀεὶ μένει, ἐκ δύο δακτύλων καὶ συλλαβῆς, τὸ δὲ πρότερον κινουμένους ἔχει τοὺς δύο πόδας, ὥστε ἢ δακτύλους αὐτοὺς γίνεσθαι ἢ σπονδείους, ἢ τὸν μὲν πρότερον δάκτυλον, τὸν δὲ δεύτερον σπονδεῖον· ἢ ἀνάπαλιν τὸν μὲν πρότερον σπονδεῖον, τὸν δὲ δεύτερον δάκτυλον· παρ’ ἣν αἰτίαν τὸ μὲν δεύτερον ἀεὶ διπλασιαζόμενον τὸ ἐλεγεῖον ποιεῖ, τὸ δὲ πρότερον οὐκέτι, ἐὰν μὴ ἐκ δύο δακτύλων συνεστήκῃ· οἷον (Callim. 488) Νήϊδες οἳ Μούσης οὐκ ἐγένοντο φίλοι τὸ μὲν δεύτερον διπλασιασθὲν ποιεῖ ἐλεγεῖον, τὸ δὲ πρότερον οὔ· ὥστε αὐτὸ ποτὲ μὲν τεσσαρεσκαιδεκασύλλαβον γίνεσθαι, ποτὲ δὲ τρισκαιδεκασύλλαβον, ποτὲ δὲ δωδεκασύλλαβον.