Ancient Greek
Περὶ ἀσυναπτήτων.
Hephaestion, Enchridion de Metris 19
Not analysed yet
(19) τούτων δὲ τὸ μὲν δεύτερον δῆλόν ἐστιν ἀπὸ τῆς τομῆς ὅτι οὕτως σύγκειται ὡς προείρηται, ἐκ τοῦ τροχαϊκοῦ διμέτρου ἀκαταλήκτου καὶ τοῦ ἑφθημιμεροῦς ἰαμβικοῦ, τὸ δὲ πρῶτον, διὰ τὸ πρὸ συλλαβῆς ἔχειν τὴν τομήν, ἐγένετο προκαταληκτικόν, ἐκ τροχαϊκοῦ ἑφθημιμεροῦς, ἔστι μοι καλὰ πάϊς, καὶ διμέτρου ἀκαταλήκτου τοῦ χρυσέοισιν ἀνθέμοισιν· τὸ δὲ τρίτον ἐξ ὑπερκαταλήκτου, ἀντὶ τᾶς ἐγὼ οὐδὲ Λυδίαν καὶ βραχυκαταλήκτου, πᾶσαν οὐδ’ ἐραννάν.