Ancient Greek
20 to 21
Hephaestion, Enchridion de Metris 20-21
Not analysed yet
(20) Ἀνακρέων δὲ οὐκ ἰαμβικῷ ἀλλὰ χοριαμβικῷ ἐπιμίκτῳ πρὸς τὰς ἰαμβικὰς ἐπήγαγε τὸ ἰθυφαλλικόν (30) τὸν λυροποιὸν ἠρόμην Στράττιν εἰ κομήσει. (21) Τούτου δὲ μεῖζόν ἐστι συλλαβῇ τῇ τελευταίᾳ τὸ καλούμενον Κρατίνειον· ἔστι γὰρ ἐκ χοριαμβικοῦ ἐπιμίκτου, τοῦ τὴν δευτέραν ἰαμβικὴν ἔχοντος καὶ τροχαικοῦ ἑφθημιμεροῦς· Εὔιε κισσοχαῖτ’ ἄναξ, χαῖρ’, ἔφασκ’ Ἐκφαντίδης (frg. 324ᵃ) ―πάντα φορητά, πάντα τολμητὰ τῷδε τῷ χορῷ (324ᵇ) ―πλὴν Ξενίου ὁμονισι καὶ Σχοινίωνος ὡ Χάρον (324ᶜ). ―