Ancient Greek
Περὶ τῆς κατ᾽ ἀντιπάθειαν μίζεως.
Hephaestion, Enchridion de Metris 2-10
Not analysed yet
(2) Τοῦτο μὲν οὖν ἀπὸ τροχαϊκῆς ἐστὶν ἐπιχοριαμβικόν, ἀπὸ δὲ ἀντισπαστικῆς τὸ καλούμενον Πινδαρικὸν ἑνδεκασύλλαβον, ὃ τὴν μὲν πρώτην ἀντισπαστικὴν ἔχει, τὰ δὲ λοιπὰ ὁμοίως τῷ Σαπφικῷ χοριαμβικὴν καὶ ἰαμβικὴν κατάκλειδα, οἷον Ὁ Μουσαγέτας με καλεῖ χορεῦσαι (Pind. fr. 116) -ἄγοις ὦ κλυτὰ θεράποντα Λατοῖ (Pind. fr. 117).