Ancient Greek
Περὶ τῆς κατ᾽ ἀντιπάθειαν μίζεως.
Hephaestion, Enchridion de Metris 3-11
Not analysed yet
(3) Ἐπιωνικὸν δὲ ἀπὸ μείζονος τρίμετρον καταληκτικόν ἐστι, τὸ καλούμενον Ἀλκαϊκὸν ἑνδεκασύλλαβον, ὃ τὴν μὲν πρώτην συζυγίαν ἔχει ἰαμβικήν, ἤτοι ἑξάσημον ἢ ἑπτάσημον, τὴν δὲ δευτέραν ἰωνικὴν ἀπὸ μείζονος ἢ δευτέραν παιωνικήν, τὴν δὲ κατάκλειδα ἐκ τροχαίου καὶ τῆς ἀδιαφόρου, οἷον ὧ’ ναξ Ἄπολλον, παῖ μεγάλω Δίος (Alc. 1) -Μέλαγχρος αἰδῶς ἄξιος εἰς πόλιν (Alc. 21). ὥστε εἶναι σχήματα μὲν αὐτοῦ τέσσαρα, κανόνα δὲ τοιόνδε· αβαβ ββαα βααᵝ ββας ββαα βααᵝ αβαβ αβαα βααᵝ ββαβ αβαα βααᵝ