Ancient Greek
Περὶ ἀσυναπτήτων.
Hephaestion, Enchridion de Metris 2-11
Not analysed yet
(2) Πρῶτος δὲ καὶ τούτοις Ἀρχίλοχος κέχρηται· πῆ μὲν γὰρ ἐποίησεν ἔκ τε ἀναπαιστικοῦ ἑφθημιμεροῦς καὶ τροχαϊκοῦ ἡμιολίου τοῦ καλουμένου ἰθυφαλλικοῦ (Arch. 79) Ἐρασμονίδη Χαρίλαε, χρῆμά τοι γελοῖον. Τοῦτο δὲ οἱ μετ’ αὐτὸν οὐχ ὁμοίως αὐτῷ ἔγραψαν. οὗτος μὲν γὰρ τῇ τε τομῇ δι’ ὅλου κέχρηται [τοῦ ἑφθημιμεροῦς] καὶ σπονδείους παρέλαβεν ἐν τῷ ἀναπαιστικῷ κώλῳ, οἷον (Arch. 81) ἀστῶν δ’ οἱ μὲν κατ’ ὄπισθεν ἦσαν· οἱ δὲ πολλοί· οἱ δὲ μετ’ αὐτὸν τῇ μὲν τομῇ ἀδιαφόρως ἐχρήσαντο, ὥσπερ Κρατῖνος (323) χαῖρ’, ὦ μέγ’ ἀχρειόγελως ὅμιλε ταῖς ἐπίβδαις, τῆς ἡμετέρας σοφίας κριτὴς ἄριστε πάντων· εὐδαίμον’ ἔτικτέ σε μήτηρ ἰκρίων ψόφησις· (ἐνταῦθα γὰρ ὁμοίως τὸ τρίτον τέτμηται τοῖς Ἀρχιλοχείοις, τὰ δὲ πρὸ αὐτοῦ δύο πρὸ συλλαβῆς.)