Ancient Greek
Περὶ ἀσυναπτήτων.
Hephaestion, Enchridion de Metris 3-12
Not analysed yet
(3) καὶ μέντοι καὶ τοὺς σπονδείους παρῃτήσαντο τοὺς ἐν τῷ μέσῳ οἱ μετὰ τὸν Ἀρχίλοχον, ὡς οὐκ ἀναπαιστικὸν ἡγούμενοι, ἀλλὰ προσοδιακόν, τὸ ἐξ ἰωνικῆς καὶ χοριαμβικῆς, τῆς ἰωνικῆς καὶ βραχεῖαν τὴν πρώτην δεχομένης. δύναται δὲ καὶ εἰς τρίτον ἀνάπαιστον διαιρεῖσθαι, εἰ ἀπὸ σπονδείου ἄρχοιτο, οἷον τὸ Σαπφοῦς (82) αὐτὰ δὲ σὺ Καλλιόπα, τοῦ προσοδιακοῦ ὂν καὶ τοῦτο εἶδος [τὸ ἐξ ἰωνικοῦ καὶ χοριαμβικοῦ συγκείμενον].