Ancient Greek
2 to 3
Hephaestion, Enchridion de Metris 2-4-3
Not analysed yet
(2) Ἔστι δὲ ἐπίσημα ἐν αὐτῷ ἀκατάληκτα μὲν δίμετρα, οἷον τὰ Ἀνακρεόντεια ὅλα ἄσματα γέγραπται (89) ἐρῶ τε δηῦτε κοὐκ ἐρῶ καὶ μαίνομαι κοὐ μαίνομαι· τρίμετρα δὲ (Anacr. 84) ἔστε ξένοισι μειλίχοις ἐοικότες τετράμετρον δὲ οἷον τὸ Ἀλκαίου (56) ἔστε ξένοισι μειλίχοις ἐοικότες τετράμετρον δὲ οἷον τὸ Ἀλκαίου (56) δέξαι με κωμάζοντα, δέξαι, λίσσομαί σε, λίσσομαι. (3) Καταληκτικὸν δὲ δίμετρον τὸ καλούμενον Ἀνακρεόντειον οἷον (Anacr. 92) ὁ μὲν θέλων μάχεσθαι, πάρεστι γάρ, μαχέσθω· τρίμετρον δὲ οἷον τὸ Ἀρχιλόχου (116) ὄγμος κακοῦ δὲ γήραος καθαιρεῖ· τετράμετρον δὲ οἷον τὸ Ἱππώνακτος (90) εἴ μοι γένοιτο παρθένος καλή τε καὶ τέρεινα.