Ancient Greek
Περὶ ἰαμβικοῦ.
Hephaestion, Enchridion de Metris 1-4
Not analysed yet
(1) Τὸ ἰαμβικὸν δέχεται κατὰ μὲν τὰς περισσὰς χώρας [τουτέστι πρώτην, τρίτην, πέμπτην] ἴαμβον, τρίβραχυν, καὶ σπονδεῖον, δάκτυλον, ἀνάπαιστον, κατὰ δὲ τὰς ἀρτίους [τουτέστι δευτέραν, τετάρτην, ἕκτην] ἴαμβον καὶ τρίβραχυν καὶ ἀνάπαιστον· τοῦτον δὲ παρὰ τοῖς κωμικοῖς συνεχῶς, παρὰ δὲ τοῖς ἰαμβοποιοῖς καὶ τραγικοῖς σπανιώτερον. Ὅτε μὲν οὖν ἀκατάληκτόν ἐστιν, ἐπὶ τῆς τελευταίας τὸν ἴαμβον δέχεται μόνον ἢ πυρρίχιον διὰ τὴν ἀδιάφορον, ὅταν δὲ καταληκτικόν, τὸν ἴαμβον παραλήγοντα ―ἢ σπανίως τρίβραχυν ―,ὥστε γίνεσθαι τὴν κατάκλειδα ἤτοι ἀμφίβραχυν ἢ βακχεῖον.