Ancient Greek
Περὶ δακτυλικοῦ.
Hephaestion, Enchridion de Metris 2-6
Not analysed yet
(2) Ἐπισημότατα δ’ ἐστὶν ἐν αὐτῷ τό τε ἑξάμετρον καταληκτικὸν εἰς δισύλλαβον, τὸ καλούμενον ἔπος, οἷον (Α 1) μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος, (ἐπὶ γὰρ τῆς ἐσχάτης λέξεως τῆς λ͞η͞ος λείπει ὁ δάκτυ λος μιᾷ συλλαβῇ) καὶ τὸ πεντάμετρον καταληκτικὸν εἰς δισύλλαβον, τὸ καλούμενον Σιμίειον, οἷον χαῖρε ἄναξ ἕταρε ζαθέας μάκαρ ἥβας, καὶ τὸ τετράμετρον εἰς δισύλλαβον καταληκτικόν, ᾧ πρῶτος μὲν ἐχρήσατο Ἀρχίλοχος ἐν ἐπῳδοῖς (98) φαινόμενον κακὸν οἴκαδ’ ἄγεσθαι· ὕστερον δὲ καὶ Ἀνακρέων τούτῳ τῷ μέτρῳ καὶ ὅλα ᾄσματα συνέθηκεν (67) ἁδύμελες χαρίεσσα χελιδοῖ καὶ (68) μνᾶται δηῦτε φαλακρὸς Ἄλεξις. Ταῦτα μὲν οὖν τῶν εἰς δισύλλαβον καταληκτικῶν παραδείγματα.