Ancient Greek
3 to 7
Hephaestion, Enchridion de Metris 3-5-7
Not analysed yet
(3) Τῶν δὲ εἰς συλλαβὴν τῷ μὲν πενθημιμερεῖ [πρὸς δύο ποσὶν οὐσῶν τῶν συλλαβῶν] Ἀρχίλοχος κέχρηται ἐν ἐπωδῷ (104) ἐν δὲ Βατουσιάδης, τῷ δὲ ἑφθημιμερεῖ Ἀλκμὰν (49) ταῦτα μὲν ὡς ἂν ὁ δῆμος ἅπας. (4) Καὶ τῶν ἀκαταλήκτων δὲ τὸ τετράμετρον Ἀρχίλοχος ἔνδοξον ἐποίησε διὰ τὸ προτάξαι αὐτὸ τροχαϊκοῦ τοῦ καλουμένου ἰθυφαλλικοῦ, οὕτως (100) οὐκέθ’ ὁμῶς θάλλεις ἁπαλὸν χρόα· κάρφεται γὰρ ἤδη. Ἀλκμὰν δὲ καὶ ὅλας στροφὰς τούτῳ τῷ μέτρῳ κατεμέτρησε (45) Μῶσ’ ἄγε Καλλιόπα, θύγατερ Διός, ἄρχ’ ἐρατῶν ἐπέων, ἐπὶ δ’ ἵμερον ὕμνῳ καὶ χαρίεντα τίθει χορόν. Ταῦτα μὲν οὖν κοινὰ δακτυλικά. (5) Τὰ δὲ Αἰολικὰ καλούμενα τὸν μὲν πρῶτον ἔχει πόδα πάντως ἕνα τῶν δισυλλάβων ἀδιάφορον, ἤτοι σπονδεῖον ἢ ἴαμβον ἢ τροχαῖον ἢ πυρρίχιον, τοὺς δὲ ἐν μέσῳ δακτύλους πάντας, τὸν δὲ τελευταῖον πρὸς τὴν ἀπόθεσιν δάκτυλον μὲν ἢ κρητικὸν διὰ τὸ τῆς τελευταίας ἀδιάφορον, ἐὰν ἀκατάληκτον ᾖ, ἐὰν δὲ κατα ληκτικόν, καὶ τὰ ἀπὸ τούτου μεμειωμένα εἰς δισύλλαβον καὶ συλλαβήν. (6) Τὸ μὲν οὖν Αἰολικὸν ἔπος τὸ καταληκτικὸν τοιοῦτόν ἐστι (Alc. 46) κέλομαί τινα τὸν χαρίεντα Μένωνα καλέσσαι εἰ χρὴ συμποσίας ἐπ’ ὄνασιν ἐμοὶ γεγενῆσθαι. πεντάμετρα δὲ καταληκτικὰ εἰς δισύλλαβον (Sapph. 104) τίῳ σ’, ὦ φίλε γαμβρέ, καλῶς ἐϊκάσδω; ὄρπακι βραδινῷ σε μάλιστ’ ἐϊκάσδω. τὸ δὲ τετράμετρον (Sapph. 98) θυρωρῷ πόδες ἑπτορόγυιοι τὰ δὲ σάμβαλα πεντεβόηα πίσυγγοι δὲ δέκ’ ἐξεπόνασαν. (7) Τῶν δὲ ἀκαταλήκτων τὸ μὲν πεντάμετρον καλεῖται Σαπφικὸν τεσσαρεσκαιδεκασύλλαβον, ᾧ τὸ δεύτερον ὅλον Σαπφοῦς γέγραπται (Sapph. 33) ἠράμαν μὲν ἐγὼ σέθεν, Ἄτθι, πάλαι πόκα. τὸ δὲ τετράμετρον ἀκατάληκτόν ἐστι τοιοῦτον· τοιοῦτον· ἔρος δαῦτέ μ’ ὁ λυσιμελὴς δόνει γλυκύπικρον ἀμάχανον ὄρπετον (Sapph. 40). —Ἄτθι, σοὶ δ’ ἔμεθεν μὲν ἀπήχθετο φροντίσδην, ἐπὶ δ’ Ἀνδρομέδαν πότη (Sapph. 41).