Ancient Greek
Περὶ ἀναπαιστικοῦ.
Hephaestion, Enchridion de Metris 4-4
Not analysed yet
(4) τὸ μέντοι τὸν σπονδεῖον ἔχον, ἀλλὰ μὴ τὸν ἀνάπαιστον παραλήγοντα εἰσὶν οἳ Λακωνικὸν καλοῦσι, προφερόμενοι παράδειγμα τὸ ἄγετ’ ὦ Σπάρτας ἔνοπλοι κοῦροι ποτὶ τὰν Ἄρεως κίνασιν· ὅτι μέντοι καὶ ἐν τῷ Ἀριστοφανείῳ καλουμένῳ ἀδιαφόρως εὑρίσκεται ὁ παραλήγων ἀνάπαιστος ἢ σπονδεῖος, δηλώσει Κρατῖνος· εἰς γὰρ τοὺς Ὀδυσσέας εἰσβάλλων (138) τούτῳ τῷ μέτρῳ ἐχρήσατο τίνες αὖ πόντον κατέχουσ’ αὖραι; νέφος οὐράνιον τόδ’ ὁρῶμαι, ἐποίησε δέ τινα στίχον καὶ σπονδείῳ τῷ παραλήγοντι κεχρημένον (139) ὡς ἂν μᾶλλον τοῖς πηδαλίοις ἡ ναῦς ἡμῶν πειθαρχῇ. Περὶ μὲν οὖν τοῦ τετραμέτρου ταῦτα.