Ancient Greek
Περὶ παιωνικοῦ.
Hephaestion, Enchridion de Metris 4-8
Not analysed yet
(4) ἓν δὲ ποίημα ἐπετήδευσε συνθεῖναι, ὥστε ἀμφοτέρας τὰς ἑκατέρωθεν τοῦ κρητικοῦ μακρὰς λύσας τὸν ἐκ πέντε βραχειῶν παραλαμβάνειν πλὴν τῆς τελευταίας, ἐφ’ ἧς τὸν τέταρτον παραλαμβάνει παιῶνα· ―ἔσθ’ ὅτε δὲ καὶ ἐπὶ τῆς παρατελεύτου κέχρηται· ―σέ ποτε Διὸς ἀνὰ πύματα νεαρὲ κόρε νεβροχίτων. συντιθέασι δέ τινες καὶ ἑτέρῳ τρόπῳ τὸ τετράμετρον, ὥστε τρεῖς εἶναι τοὺς καλουμένους τετάρτους παιῶνας, εἶτα τελευταῖον τὸν κρητικόν (fr. lyr. ad. 107) θυμελικὰν ἰθι μάκαρ φιλοφρόνως εἰς ἔριν.