Ancient Greek
5 to 8
Hephaestion, Enchridion de Metris 5-6-8
Not analysed yet
(5) Ὧι δὴ ἔφαμεν (40 14) τρόπῳ συνεχῶς κεχρῆσθαι αὐτοὺς ἐπὶ τοῦ τετραμέτρου, ὥστε τοῖς τρισὶ παιῶσι τοῖς πρώτοις ἐπάγειν κρητικόν, τούτῳ καὶ ἐπὶ τοῦ πενταμέτρου Θεόπομπος ὁ κωμικὸς ἐχρήσατο ἐν Παισίν (38), ἀφ’ οὗ καὶ Θεοπόμπειον καλεῖται, πάντ’ ἀγαθὰ δὴ γέγονεν ἀνδράσιν ἐμῆς ἀπὸ συνουσίας. (6) Δύναται δὲ καὶ μέχρι τοῦ ἑξαμέτρου προκόπτειν τὸ μέτρον διὰ τὸ τὸ τριακοντάσημον μὴ ὑπερβάλλειν, καὶ εἴη ἂν ἑξάμετρον καταληκτικὸν τὸ καλούμενον . . . τὸ τοῦ Ἀλκμᾶνος ἐκ μόνων ἀμφιμάκρων (Alcm. 38) Ἀφροδίτα μὲν οὐκ ἔστι, μάργος δ’ Ἔρως οἷα 〈παῖς〉 παίσδει ἄκρ’ ἐπ’ ἄνθη καβαίνων, ἃ μή μοι θίγῃς, τῶ κυπαιρίσκω. (7) Δεδηλώσθω δὲ ὅτι καὶ ὅλα ἄσματα κρητικὰ συντίθεται, ὥσπερ καὶ παρὰ Βακχυλίδῃ (31 ═16 Blass) ὦ Περικλειτὲ δᾶλα ἀγνοήσειν μὲν οὔ σ’ ἔλπομαι· (8) Τὸ δὲ βακχειακὸν σπάνιόν ἐστιν, ὥστε, εἰ καί πού ποτε ἐμπέσοι, ἐπὶ βραχὺ εὑρίσκεσθαι, οἷον (Aeschyl. 23) ὁ ταῦρος δ’ ἔοικεν κυρίξειν †τιν’ ἀρχὰν φθάσαντος δ’ ἐπ’ ἔργοις προπηδήσεταί νιν †Τοσαῦτα περὶ τῶν ἐννέα τῶν μονοειδῶν καὶ ὁμοιοειδῶν.