Ancient Greek
Περὶ ἀσυναπτήτων.
Hephaestion, Enchridion de Metris 5-8
Not analysed yet
(5) Παραιτοῦνται τοίνυν τοὺς ἐν μέσῳ σπονδείους, ἵνα μὴ ἀπεοικὸς τῷ προσοδιακῷ γένηται τὸ ἀναπαιστικὸν, ὅπερ ἐστὶν ἐξ ἰωνικοῦ καὶ χοριαμβικοῦ. δύναται δέ τις βιαζόμενος καὶ ἑξῆς ὄντων δύο σπονδείων, ὡς παρὰ Ἀρχιλόχῳ ἀστῶν δ’ οἱ μὲν κατ’ ὄπισθεν τὸν πρῶτον μολοσσὸν ποιήσας καὶ λαβὼν αὐτὸν ἀντὶ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος, τὸν ἑξῆς χορίαμβον ποιῆσαι, εἰ μὴ ἄρα ἐν τῷ προσοδιακῷ ἡ συναίρεσις τοῦ ἰωνικοῦ, τουτέστιν ὁ μολοσσός, μὴ ἐμπίπτοι.