Ancient Greek
Περὶ ἀσυναπτήτων.
Hephaestion, Enchridion de Metris 6-5
Not analysed yet
(6) Ὑπονοήσειε δ’ ἄν τις καὶ τρίτην διαφορὰν εἶναι τῷ Ἀρχιλόχῳ πρὸς τοὺς μετ’ αὐτόν, καθ’ ἣν ἄνα παίστῳ δοκεῖ τῷ πρώτῳ χρῆσθαι, ἐρέω πολὺ φίλταθ’ ἑταίρων, τέρψεαι δ’ ἀκούων (80) ―φιλέειν στυγνόν περ ἐόντα, μηδὲ διαλέγεσθαι (81), ᾧ οὐκ ἐχρήσαντο ἐκεῖνοι. φαίνεται δὲ οὐδ’ αὐτὸς κεχρημένος· δύναται γὰρ ἀμφότερα κατὰ συνεκφώνησιν εἰς ἴαμβον περιίστασθαι, ἡ δὲ φαντασία τοῦ ἀναπαίστου γέγονε διὰ τὴν ἰωνικὴν ἐν ἑκατέρῳ διαίρεσιν· ὥστε τὰς προειρημένας μόνας δύο διαφορὰς εἶναι τοῖς νεωτέροις πρὸς τὸν ἰαμβοποιὸν Ἀρχίλοχον.