Ancient Greek
Περὶ ἀποθέσεω; μέτρων.
Hephaestion, Enchridion de Metris 6
Not analysed yet
(6) Πᾶν μέτρον εἰς τελείαν περατοῦται λέξιν· ὅθεν ἐπίληπτά ἐστι τὰ τοιαῦτα Σιμωνίδου ἐκ τῶν ἐπιγραμ μάτων (131) ἡ μέγ’ Ἀθηναίοισι φόως γένετ’, ἠνίκ’ Ἀριστογείτων Ἵππαρχον κτεῖνε καὶ Ἁρμόδιος, καὶ πάλιν Νικομάχου τοῦ τὴν περὶ τῶν ζωγράφων ἐλεγείαν πεποιηκότος (PLGII p. 316) οὗτος δή σοι ὁ κλεινὸς ἂν Ἑλλάδα πᾶσαν Ἀπολλόδωρος· οὗτος δή σοι ὁ κλεινὸς ἂν Ἑλλάδα πᾶσαν Ἀπολλόδωρος· γινώσκεις τοὔνομα τοῦτο κλύων· ταῦτα μὲν οὖν ἐγένετο διὰ τὴν τῶν ὀνομάτων ἀνάγκην —οὐ γὰρ ἐνεχώρει —,ἔνια δὲ καὶ παίζουσιν οἱ κωμικοί, ὡς Εὔπολις Βάπταις (73) ἀλλ’ οὐχὶ δυνατόν ἐστιν· οὐ γὰρ ἀλλὰ προβούλευμα βαστάζουσι τῆς πόλεως μέγα.