Ancient Greek
Περὶ ἀναπαιστικοῦ.
Hephaestion, Enchridion de Metris 6-3
Not analysed yet
(6) Τὸ δὲ δίμετρον καταληκτικὸν καλεῖται μὲν παροιμιακὸν διὰ τὸ παροιμίας τινὰς ἐν τούτῳ τῷ μέτρῳ εἶναι πότε δ’ Ἄρτεμις οὐκ ἐχόρευσεν (paroem. Gr. ed. Leutsch II p. 229) ―καὶ κόρκορος ἐν λαχάνοισιν (paroem. Gr. I p. 100. 257) ―,ἀλλὰ παροιμίαι εἰσὶ καὶ ἐπικαὶ καὶ ἰαμβικαὶ καὶ οὐ τούτου τοῦ μέτρου μόνου· ὥστ’ οὐκ εἰκότως αὐτὸ μόνον παροιμιακὸν καλοῦσι. Κρατῖνος δὲ ἐν Ὀδυσσεῦσι (144) συνεχεῖ αὐτῷ ἐχρήσατο· σιγάν νυν ἅπας ἔχε σιγάν καὶ πάντα λόγον τάχα πεύσει· ἡμῖν δ’ Ἰθάκη πατρίς ἐστι, πλέομεν δ’ ἅμ’ Ὀδυσσέϊ θείῳ.