Ancient Greek
Περὶ ἀναπαιστικοῦ.
Hephaestion, Enchridion de Metris 7
Not analysed yet
(7) Πρῶτος δὲ Ἀρχίλοχος ἐχρήσατο τῷ μεγέθει τούτῳ, ἐν τοῖς τετραμέτροις προτάξας αὐτὸ τοῦ ἰθυφαλλικοῦ· τὸ γὰρ (79) Ἐρασμονίδη Χαρίλαε ἑφθημιμερές ἐστιν ἀναπαιστικόν· ἐχρήσατο δὲ τῷ πρώτῳ ποδὶ καὶ ἰάμβῳ, ὡς καὶ ἐκ τοῦ παραδείγματός ἐστι δῆλον, καὶ σπονδείῳ (Archil. 82) Δήμητρί τε χεῖρας ἀνέξων, ἀναπαίστῳ δὲ τῷ πρώτῳ ἐπὶ δύο μόνων στίχων κεχρῆσθαι δοκεῖ (79, 2) ἐρέω πολὺ φίλταθ’ ἑταίρων καὶ (80) φιλέειν στυγνόν περ ἐόντα· ταῦτα δὲ ἀμφότερα κατὰ συνεκφώνησιν ἴαμβον ἔχει τὸν πρῶτον πόδα.