Ancient Greek
Περὶ ἀσυναπτήτων.
Hephaestion, Enchridion de Metris 8-3
Not analysed yet
(8) Ἐν μὲν δὴ τοῦτο τῶν παρ’ Ἀρχιλόχῳ ἀσυναρτήτων· ἄλλο δὲ τὸ ἐκ δακτυλικῆς τετραποδίας καὶ τοῦ αὐτοῦ ἰθυφαλλικοῦ (Archil. 100) οὐκέθ’ ὁμῶς θάλλεις ἁπαλὸν χρόα· κάρφεται γὰρ ἤδη· γίνεται δὲ ὁ τελευταῖος τῆς τετραποδίας διὰ τὴν ἐπὶ ἀδιάφορον καὶ κρητικός (Archil. 115) καὶ βήσσας ὀρέων δυσπαιπάλους οἷος ἦν ἐπ’ ἤβης. τοῦτο παρὰ τοῖς νεωτέροις πολὺ τὸ μέτρον ἐστίν, ὥσπερ καὶ παρὰ Καλλιμάχῳ (191) τόν με παλαιστρίταν ὀμόσας θεὸν ἑπτάκις φιλήσειν, παρὰ δὲ Κρατίνῳ ἐν τοῖς Σεριφίοις (211) οὐκέτι ἀκατάληκτόν ἐστι τὸ δακτυλικὸν τὸ ἡγούμενον τοῦ ἰ θυφαλλικοῦ, ἀλλὰ καταληκτικὸν εἰς δισύλλαβον, χαίρετε πάντες ὅσοι πολύβωτον ποντίαν Σέριφον.