Ancient Greek
9 to 13
Hephaestion, Enchridion de Metris 9-2-13
Not analysed yet
(9) Τρίτον δέ ἐστι παρὰ Ἀρχιλόχῳ ἀσυνάρτητον ἐκ δακτυλικοῦ πενθημιμεροῦς καὶ ἰαμβικοῦ διμέτρου ἀκαταλήκτου (85) ἀλλά μ’ ὁ λυσιμελής, ὠταῖρε, δάμναται πόθος. (1Ο) Ἔνδοξόν ἐστι ἐπισύνθετον καὶ τὸ διπενθημιμερὲς τὸ ἐγκωμιολογικὸν καλούμενον, ὅπερ ἐστὶν ἐκ δακτυλικοῦ πενθημιμεροῦς καὶ ἰαμβικοῦ τοῦ ἴσου, ᾧ κέχρηται μὲν καὶ Ἀλκαῖος ἐν ἄσματι (94), οὗ ἡ ἀρχή Ἣ ῥ’ ἔτι Διννομένῃ τῶ Τυρρακῄω τἄρμενα λαμπρὰ κέοντ’ ἐν Μυρσινῄω, κέχρηται δὲ καὶ Ἀνακρέων ἐν πλείοσιν ἄσμασιν (70) Ὀρσόλοπος μὲν Ἄρης φιλέει μεναιχμάν. (11) Τὸ δὲ ἀντεστραμμένον τούτῳ ἰαμβέλεγος καλεῖται· τούτῳ δὲ ἐν συνεχείᾳ οὐκ ἴσμεν τινὰ κεχρημένον, διεσπαρμένως δέ· πρῶτον μὲν εὔβουλον Θέμιν οὐρανίαν. (Pind. 30, 1) ―κείνων λυθέντες σαῖς ὑπὸ χερσὶν ἄναξ (Pind. 35). (12) Γίνεται δὲ καὶ τριπενθημιμερὲς ἐκ τούτων τὸ καλούμενον Πλατωνικόν, ἐν ᾧ τὰ νὲν ἑκατέρωθεν δύο δακτυλικά εἰσι πενθημιμερῆ, τὸ δὲ μέσον ἰαμβικόν· κέχρηται δὲ αὐτῷ Πλάτων ἐν Χαντρίαις (90) χαῖρε παλαιογόνων ἀνδρῶν θεατῶν ξύλλογε παντοσόφων. (13) Ἀντεστραμμένον δέ ἐστι τούτῳ τὸ Πινδαρικὸν καλούμενον, ὃς καὶ τυπεὶς ἁγνῷ πελέκει τέκετο ξανθὰν Ἀθάναν (Pind. 34) ―σοφοὶ δὲ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνησαν περισσῶς (Pind 216).