Ancient Greek · ~1 min
Section 10
Hephaestion, Μετρικὴ εἰσαγωγή 10
Not analysed yet
Ἀντιθετικὰ δέ, ὅσα κατὰ σχέσιν μὲν γέγραπται, οὐ μέντοι κατὰ τὴν αὐτὴν τάξιν παραβάλλεται ἀλλήλοις τὰ ἀντιστρέφοντα, τὸ πρῶτον τῷ πρώτῳ παραβάλλεσθαι, τὸ δὲ δεύτερον ἀπὸ τέλους τῷ δευτέρῳ ἀπʼ ἀρχῆς· τὸ δὲ τρίτον ἀπὸ τέλους τῷ τρίτῳ· καὶ ἐπὶ τῶν λοιπῶν οὕτω. ταύτης τῆς ἰδέας ἐστὶ τὸ Ὠιὸν τὸ Σιμίου καὶ ἄλλα παίγνια.