Ancient Greek · ~1 min
Section 9
Hephaestion, Μετρικὴ εἰσαγωγή 9
Not analysed yet
Τὰ δὲ κατὰ περικοπὴν ἀνομοιομερῆ τὰς μὲν περικοπὰς ὁμοίας ἀλλήλαις ἔχει, τὰς δὲ ἐν ταῖς περικοπαῖς περιόδους ἀνομοίους· καλεῖται δὲ τὰ μὲν δυαδικά, ὅσα δύο τὰς ἐν τῇ περικοπῇ περιόδους ἔχει, τὰ δὲ τριαδικά, ὅσα τρεῖς, τὰ δὲ τετραδικά, ὅσα τέσσαρας· καὶ ἐπὶ τῶν ἑξῆς κατὰ τὸν αὐτὸν λόγον.