Ancient Greek · ~2 min
Section 4
Hephaestion, Μετρικὴ εἰσαγωγή 4
Not analysed yet
Μετρικὰ δὲ ἄτακτα, ὅσα ἐκ μέτρων μὲν ὁμολογουμένων συνέστηκε, τάξιν δὲ καὶ ἀνακύκλησιν οὐκ ἔχει, οὕτε κατὰ στίχον οὔτε συστηματικά· οἷός ἐστιν ὁ Μαργίτης ὁ εἰς Ὅμηρον ἀναφερόμενος, ἐν ᾧ παρέσπαρται τοῖς ἔπεσιν ἰαμβικά, καὶ ταῦτα οὐ κατʼ ἴσον σύστημα. τοιοῦτόν ἐστι καὶ τὸ Σιμωνίδειον ἐπίγραμμα (Sim. 188) Ἴσθμια δίς, Νεμέᾳ δίς, Ὀλυμπίᾳ ἐστεφανώθην, οὐ πλάτει νικῶν σώματος, ἀλλὰ τέχνᾳ, Ἀριστόδαμος θράσυος Ἀλεῖος πάλᾳ.