Ancient Greek · ~1 min
Section 5
Hephaestion, Μετρικὴ εἰσαγωγή 5
Not analysed yet
Μικτὰ δὲ ὅσα μέρος μέν τι ἔχει κατὰ σχέσιν, μέρος δέ τι ἀπολελυμένον ἢ ἐξ ὁμοίων. Κοινὰ δὲ ὅσα καθʼ ἑτέραν μὲν ἰδέαν γέγραπται τοῦ συστήματος, δύναται δὲ καὶ καθʼ ἑτέραν γεγράφθαι δοκεῖν· οἷον, φέρʼ εἰπεῖν, ἐξ ὁμοίων ὄντα κατὰ σχέσιν δοκεῖν γεγράφθαι. Τοσαῦτα μὲν δὴ ταῦτα.