Ancient Greek · ~4 min
10 to 15
HERACLIDES LEMBUS, Fragmenta 10-15
Not analysed yet
Ἡρακλείδης δ ̓ ἐν τῇ Ἐπιτομῇ τῶν Σωτίωνος διαδοχῶν, τῷ Φιλαδέλφῳ τὴν βασιλείαν θέλειν ἐκχωρῆσαι τὸν Πτολεμαῖον· τὸν δ ̓ (Demetrium) ἀποτρέπειν, φάσκοντα «Ἄν ἄλλῳ δῷς, σὺ οὐχ ἕξεις.» Κλύτος δέ φησιν, ὡς Ἡρακλείδης ἱστορεῖ, μονήρη αὐτὸν γεγονέναι καὶ ἰδιαστήν. Σωτίων δὲ καὶ Ἡρακλείδης καὶ Παμφίλη ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων, δύο φασὶ Περιάνδρους γεγονέναι, τὸν μὲν τύραννον, τὸν δὲ σοφὸν καὶ Ἀμβρακιώτην. Οὐ μόνον δ ̓ ἐπὶ Σωκράτους Ἀθηναῖοι πεπόνθασι τοῦτο, ἀλλὰ καὶ ἐπὶ πλείστων ὅσων. Καὶ γὰρ Ὅμηρον, καθά φησιν Ἡρακλείδης, πεντήκοντα δραχμαῖς ὡς μαινόμενον ἐτίμησαν, καὶ Τυρταῖον παρακόπτειν ἔλεγον, καὶ Ἀστυδάμαντα πρότερον τῶν περὶ Αἰσχύλον ἐτίμησαν εἰκόνι χαλκῇ. Στίλπων Μεγαρεὺς τῆς Ἑλλάδος διήκουσε μὲν τῶν ἀπ ̓ Εὐκλείδου τινῶν· οἱ δὲ καὶ αὐτοῦ Εὐκλείδου ἀκοῦσαί φασιν αὐτὸν, ἀλλὰ καὶ Θρασυμάχου τοῦ Κορινθίου, ὃς ἦν Ἰχθύᾳ γνώριμος, καθά φησιν Ἡρακλείδης. Τούτου (τοῦ Στίλπωνος) καὶ Ἡρακλείδης φησὶ τὸν Ζήνωνα ἀκοῦσαι τὸν τῆς στοᾶς κτίστην. Ἦσαν δὲ τρεῖς (θυγατέρες), καθά φησιν Ἡρακλείδης, ἐξ Ὠρωπίας αὐτῷ γυναικὸς γεγεννημέναι.