Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_HERACLIDES_LEMBUS
HERACLIDES LEMBUS, Fragmenta 9
Not analysed yet
Τοῦτόν φασιν ἄλλοι τε καὶ Ἡρακλείδης ἐν τῇ Σωτίωνος ἐπιτομῇ, κληρουχησάντων Ἀθηναίων τὴν Σάμον, ἐκεῖ τραφῆναι, ὀκτωκαιδεκέτη δ ̓ ἐλθεῖν εἰς Ἀθήνας, Ξενοκράτους μὲν ἐν Ἀκαδημίᾳ, Ἀριστοτέλους δ ̓ ἐν Χαλκίδι διατρίβοντος. Τελευτήσαντος δ ̓ Ἀλεξάνδρου τοῦ Μακεδόνος καὶ τῶν Ἀθηναίων ἐκπεσόντων ὑπὸ Περδίκκου, μετελθεῖν εἰς Κολοφῶνα πρὸς τὸν πατέρα· χρόνον δέ τινα διατρίψαντ ̓ αὐτόθι καὶ μαθητὰς ἀθροίσαντα πάλιν ἐπανελθεῖν εἰς Ἀθήνας ἐπ ̓ Ἀναξικράτους, καὶ μέχρι μέν τινος κατ ̓ ἐπιμιξίαν τοῖς ἄλλοις φιλοσοφεῖν, ἔπειτ ̓ ἰδίᾳ πως τὴν ἀπ ̓ αὐτοῦ κληθεῖσαν αἵρεσιν συστήσασθαι.