Ancient Greek · ~1 min
Dfhg-Source dfhg3_HERACLIDES_LEMBUS
HERACLIDES LEMBUS, Fragmenta 2
Not analysed yet
Ἡρακλείδης δὲ ὁ Λέμβος ἱστορεῖ, ὅτι κατὰ τὴν Σπάρτην θαυμάζεται μᾶλλον ὁ κάλλιστος, καὶ γυνὴ ἡ καλλίστη, καλλίστας γεννώσης τῆς Σπάρτης τὰς γυναῖκας. Διὸ καὶ φασὶν Ἀρχιδάμου τοῦ βασιλέως, γυναικὸς αὐτῷ καλῆς φαινομένης, ἑτέρας δὲ αἰσχρᾶς καὶ πλουσίας, ὡς ἀπέκλινεν ἐπὶ τὴν πλουσίαν, ζημιῶσαι τοὺς ἐφόρους αὐτὸν, ἐπιλέγοντας, ὅτι βασιλίσκους ἀντὶ βασιλέων τοῖς Σπαρτιάταις γεννᾶν προαιρεῖται.