Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_HERACLIDES_LEMBUS
HERACLIDES LEMBUS, Fragmenta 3
Not analysed yet
Ἡρακλείδης γοῦν ὁ Λέμβος ἐν τῇ εἰκοστῇ πρώτῃ τῶν Ἱστοριῶν· «Περὶ τὴν Παιονίαν καὶ Δαρδανίαν βατράχους (φησὶν) ὗσεν ὁ θεὸς, καὶ τοσοῦτον αὐτῶν ἐγένετο τὸ πλῆθος, ὡς τὰς οἰκίας καὶ τὰς ὁδοὺς πλήρεις εἶναι. Τὰς μὲν οὖν πρώτας ἡμέρας κτείνοντες τούτους καὶ συγκλείοντες τὰς οἰκίας διεκαρτέρουν· ὡς δ ̓ οὐδὲν ἤνυον, ἀλλὰ τά τε σκεύη ἐπληροῦτο, καὶ μετὰ τῶν ἐδεσμάτων εὑρίσκοντο συνεψόμενοι καὶ συνοπτώμενοι οἱ βάτραχοι, καὶ πρὸς τούτοις οὔτε τοῖς ὕδασιν ἦν χρῆσθαι, οὔτε τοὺς πόδας ἐπὶ τὴν γῆν θεῖναι, συσσεσωρευμένων αὐτῶν, ἐνοχλούμενοι δὲ καὶ ὑπὸ τῆς τῶν τετελευτηκότων ὀδμῆς, ἔφυγον τὴν χώραν.»