Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_HERACLIDES_LEMBUS
HERACLIDES LEMBUS, Fragmenta 5
Not analysed yet
Τοιοῦτος ἦν καὶ Ἀλέξαρχος, ὁ Κασάνδρου τοῦ Μακεδονίας βασιλεύσαντος ἀδελφὸς, ὁ τὴν Οὐρανόπολιν καλουμένην κτίσας. Ἱστορεῖ δὲ περὶ αὐτοῦ Ἡρακλείδης ὁ Λέμβος ἐν τῇ τριακοστῇ ἑβδόμῃ τῶν Ἱστοριῶν, λέγων οὕτως· «Ἀλέξαρχος, ὁ τὴν Οὐρανόπολιν κτίσας, διαλέκτους ἰδίας εἰσήνεγκεν· ὀρθροβόαν μὲν τὸν ἀλεκτρυόνα καλῶν καὶ βροτοκέρτην τὸν κουρέα, καὶ τὴν δραχμὴν ἀργυρίδα, τὴν δὲ χοίνικα ἡμεροτροφίδα, καὶ τὸν κήρυκα ἀπύτην. Καὶ τοῖς Κασανδρέων δὲ ἄρχουσι τοιαῦτά ποτ ̓ ἐπέστειλεν· «Ἀλέξαρχος ὁ μάρμων πρόμοις γαθεῖν. Τοὺς ἡλιοκρεῖς οἰῶν, οἶδα λιποῦσα θεωτῶν (λιπουσαθεωτων Επ.) ἔργων κρατήτορας μορσίμῳ τύχᾳ κεκυρωμένας θεοῦ πόγαις (θεουπογαις Er.) χυτλώσαντες αὐτοὺς καὶ φύλακας ὀριγενεῖς.» Τί δὲ ἡ ἐπιστολὴ αὕτη δηλοῖ, νομίζω ἐγὼ μηδὲ τὸν Πύθιον διαγνῶναι.