Ancient Greek · ~4 min
6 to 7
HERACLIDES LEMBUS, Fragmenta 6-7
Not analysed yet
Ἡρακλείδης δέ φησιν ἐν τῇ τῶν Σατύρου βίων ἐπιτομῇ μετὰ τὸ θάψαι Φερεκύδην ἐν Δήλῳ ἐπανελθεῖν εἰς Ἰταλίαν, καὶ **πανδαισίαν εὑρόντα Κύλωνος τοῦ Κροτωνιάτου εἰς Μεταπόντιον ἐξελθεῖν, κἀκεῖ τὸν βίον καταστρέψαι ἀσιτίᾳ, μὴ βουλόμενον περαιτέρω ζῆν. Ὁ δ ̓ οὖν Πυθαγόρας, ὡς μὲν Ἡρακλείδης φησὶν ὁ τοῦ Σαραπίωνος, ὀγδοηκοντούτης ἐτελεύτα, κατὰ τὴν ἰδίαν ὑπογραφὴν τῶν ἡλικιῶν· ὡς δ ̓ οἱ πλείους, ἔτη βιοὺς ἐνενήκοντα. Σάτυρος δ ̓ ἐν τοῖς Βίοις φησὶν ὅτι Ἐμπεδοκλῆς υἱὸς μὲν ἦν Ἐξαινέτου, κατέλιπε δὲ καὶ αὐτὸς υἱὸν Ἐξαίνετον· ἐπί τε τῆς αὐτῆς Ὀλυμπιάδος τὸν μὲν ἵππῳ κέλητι νενικηκέναι, τὸν δ ̓ υἱὸν αὐτοῦ πάλῃ ἢ, ὡς Ἡρακλείδης ἐν τῇ Ἐπιτομῇ, δρόμῳ. Ἀριστοτέλης γὰρ αὐτὸν, ἔτι δ ̓ Ἡρακλείδης ἑξήκοντα ἐτῶν φησὶ τετελευτηκέναι. Ἡρακλείδης δὲ ὁ Σαραπίωνος ἑτέρου φησὶν εἶναι τὰς τραγῳδίας. Καθελεῖν δὲ θελήσας Νέαρχον τὸν τύραννον (οἱ δὲ, Διομέδοντα) συνελήφθη, καθά φησιν Ἡρακλείδης ἐν τῇ Σατύρον Ἐπιτομῇ.