Ancient Greek
104.6 to 105.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 104.6-105.1
Unproofread scanNot analysed yet
XVII Περί Ἀθηναίων δεισιδαιμονίας. Ὅτι τοσούτων ἦν Ἀθηναίοις δεισιδαιμονίας· εἰ τις πρινοῖδον ἐξέκοψεν ἐξ Ἠφαιστίου, ἀπέκτεινον αὐτόν. Ἄλλὰ καὶ Ἀτάρβην, ὅτι τοῦ Ἀσκληπιοῦ τὸν ἱερὸν στρουθὸν ἀπέκτεινε πατάξας, οὐχ ἀργῶς τοῦτο Ἀθηναῖοι παρῆιδον, ἀλλ’ ἀπέκτειναν Ἀτάρβην, καὶ οὐκ ἔδοσαν οὔτε ἀγνοίας συγγνώμην, οὔτε μανίας, πρεσβύτερα τούτων ἀμφοτέρων τὰ τοῦ θεοῦ ποιησάμενοι. Ἐλέγστο γὰρ ἀκουσίως, οἱ δέ, μεμηνὼς τοῦτο δράσαι. XVIII Περί ἐγκυοῦ γυναικὸς θανάτου κατακριθείσης. Ἡ ἐξ Ἀρείου πάγου βουλή, ἐπεὶ τινὰ φαρμακίδα συνέλαβον, καὶ ἔμελλον θανατῶσαι, οὐ πρῶτον αὐτὴν ἀπέκτειναν, πρὶν ἡ ἀπευήσεν ὅτε γὰρ συνελήφθη, ἐνε. Τὸ ἀναίτιον οὖν βρέφος ἀναλυστες τῆς καταδίκης, τὴν αἰτίαν μόνην ἐδίκαιωσαν τῷ θανάτῳ.