Ancient Greek
105.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 105.3
Unproofread scanNot analysed yet
XIX Αἰσχύλος ἀσεβείας κριθεὶς πῶς διεσῴθη. Αἰσχύλος ὁ τραγικὸς ἐκρίνετο ἀσεβείας ἐπὶ τινὶ δράματι. Ἑτοιμῶν οὖν ὄντων Ἀθηναίων βάλλειν αὐτὸν λίθοις, Ἀμεινίας ὁ νεώτερος ἀδελφός, διακαλυψάμενος τὸ ἱμάτιον, ἔδειξε τὸν πήχυν ξημοῦν τῆς χειρός. Ἐτυχὲ δὲ ἀριστεύσων ἐν Σαλαμῖνι ὁ Ἀμεινίας, ἀποβεβληκὼς τὴν χεῖρα, καὶ πρῶτος Ἀθηναίων τῶν ἀριστείων ἐτύχεν. Ἐπεὶ δὲ εἶδον οἱ δικασταὶ τοῦ ἀνδρὸς τὸ πάθος, ὑπεμνήσθησαν τῶν ἔργων αὐτοῦ, καὶ ἀφῆκαν τὸν Αἰσχύλον.