Ancient Greek
12.4 to 13.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 12.4-13.1
Unproofread scanNot analysed yet
IX Περι λεοντος νοσουντος. Λεοντα δε νοσουντα των μεν αλλων ουδεν ονινησι· φαρμακον δε εστιν αυτω της νδου, βρωθεις πιθηκος. X Πως οι βεβλημενοι εν Κρητη αιγες θεραπευονται. Οι Κρητες εισι τοξεων αγαθοι· και ουν και τας αιγας βυλλουσιν επ ακοις νενομενας τοις ορεσιν. Αι δε βληθεισαι παραχρημα της δικταμου βοτανης διετραγον, και αμα τω γευσασθαι, ολα εκειναις τα βελη εκπιπτει. XI Οτι μαντικοι οι μυες. Ησαν δ αρα μανικωτατοι των ζωων και μυες. Τηρωσης γαρ οικιας ηδη και μελλουσης κατολισθαιναι, αισθανονται πρωτοι· και απολιποντες τας μυοπιας τας αυτων, και τας εξ αρχης διατριβας, ποδων εχουσιν, αποδιδρασκουσι, και μετοικιζονται. XII Περί μυρμηκων. Ἔχουσι δὲ καὶ οἱ μύρμηκες, ὡς ἀκούω, μαντικὴς τινὰ αἴσθησιν. Ὅταν γὰρ μέλλῃ λιμὸς ἔσεσθαι, δεῖνῶς εἰσὶ φιλόπονοι πρὸς τὸ θησαυρίσαι, καὶ ἑαυτοῖς ἀποταμειώσασθαι τοὺς πυροὺς, καὶ τὰ λοιπὰ τῶν σπερμάτων, ὅσα μυρμηκῶν δεῖπνόν ἐστιν.