Ancient Greek
13.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 13.3
Unproofread scanNot analysed yet
XIII Περί Γέλωνος. Ὁ Συρακοῦσιος Γέλων κατ’ ὄναρ ἐβέβλητο κεραυνῷ, καὶ διὰ τοῦτο ἔβια, οὐκ ἀμυδρῶν, οὐδὲ ἀσθενῶς, ὡς ἐν ὀνείρῳ, ἀλλ’ ἀνδρικῶς, ἄτε δεινῶς ἐκπλαγεὶς ὑπὸ τοῦ δέους. Ὁ δὲ κύων, ὅσπερ οὐν αὐτῷ παρεκάθευδεν, ἐκ τῆς βολῆς διετυράχθη, καὶ περιβὰς αὐτόν, ὑλάκτει πάνυ σφοδρῶς ἀπειλητικόν, καὶ σύντονον. Καὶ ἐκ τούτων ὁ Γέλων ἅμα τε ἀφυπνίσθη, καὶ τοῦ δέους ἀφείθη.