Ancient Greek
123.3 to 124.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 123.3-124.1
Unproofread scanNot analysed yet
III. Περὶ βοὸς παρ᾽ Ἀθηναίοις σφαγῆς, καὶ Διὸς πολίου, καὶ Βουφονίας, ἑορτῶν. Ὅτι Ἀττικὸν τοῦτο τὸ ἔθος, ὅταν ὁ βοὸς ἀποσφαγῇ, τῶν μὲν ἄλλων ἀποψηφίζονται, κρινοῦντες ἕκαστον ἐν τῷ μέρει φόνου· καταγιγνώσκουσι δὲ τῆς μαχαίρας, καὶ λέγουσι ταύτην ἀποκτεῖναι αὐτόν. Καὶ ἐν ἧ ταῦτα ἡμέρα ἔρωσι, Διόπολιον τὴν ἑορτὴν καλοῦσι καὶ Βουφονίαν. IV Περί Πολιάρχου τρυφῆς. Πολιάρχον φασὶ τὸν Ἀθηναῖον εἰς τοσοῦτον προελθεῖν τρυφῆς, ὥστε καὶ κύνας, καὶ ἀλεκτρυόνας ἐκείνους, οὓς ἔχαιρεν, ἐκκομίζειν ἀποθανόντας δημοσίᾳ. Καὶ ἐπὶ τὴν ἐκφορὰν αὐτῶν παρεκάλει τοὺς φίλους, καὶ ἐπιστήματα αὐτοῖς ἀναστήσας, ἐπιγράμματα κατ’ αὐτῶν ἐνεκόλαπτεν.