Ancient Greek
124.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 124.3
Unproofread scanNot analysed yet
V Περί Νηλέως, καὶ Μέδοντος, καὶ τῶν ἐν Ἰωνίᾳ δώδεκα πόλεων. Ὅτι Νηλεύς ὁ Κόδρου, τῆς βασιλείας ἀμοιρήσας, ἀπέλιπε τὰς Ἀθήνας, διὰ τὸ τὴν Πυθίαν Μέδοντι τὴν ἀρχὴν περιᾶφαι, εἰς ἀποικίαν στελλόμενος. Τὴν Νάξον δὲ προσχωρίσθη οὐχ ἑκών, ἀλλ’ ὑπὸ χειμῶνος βιασθείς· ἀπῆραι δὲ βουλόμενον, καταπνέοντες ἐναντίοι ἄνεμοι διεκώλουν. Ἀποροῦντι δὲ αὐτῷ ὑπὲρ τῶν ἐνεστῶτων, οἱ μάντεις ἔφασαν δεῖν καθαρθῆναι τὸ στρατόπεδον, ὡς συμπλεόντων πολλῶν οὐ καθαρῶν τὰς χεῖρας. Προσεποιήσατο δὴ καὶ αὐτὸς ἀποκτεῖναι τινὰ παῖδα, καὶ δεῖξαι καθαρμοῦ· καὶ αὐτὸς ἀνεχώρησε, καὶ τοὺς ἄλλους ἔπεισε τοὺς συνειδότας ἑαυτοῖς. Οὕ γενομένου, καὶ γνωσθέντων ἐκείνων, αὐτοὺς μὲν ἀπέλιπεν, οἱ δὲ ᾤκησαν τὴν Νάξον. Νηλεύς δὲ εἰς τὴν Ἰωνίαν ἀφίκετο, καὶ πρῶτον μὲν ᾤκησε Μίλητον, Κᾶφας ἐξελάσας, καὶ Μυγδόνας, καὶ Ἀλέγας, καὶ ἄλλους βαρβάρους, ἀφ’ ὧν αἱ δώδεκα πόλεις ἐκλήθησαν ἐν Ἰωνίᾳ. Εἰσὶ δὲ αἵδε· Μίλητος, Ἔφεσος, Ἔρυθραι, Κλαζομεναί, Πριήνη, Λέβεδος, Τέως, Κολοφών, Μυοῦς, Φώ