Ancient Greek
129.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 129.3
Unproofread scanNot analysed yet
XVI Περὶ Σόλωνος καὶ Πεισιστράτου. Σόλων δ’ Ἐξηνετίδου, γέρων ἤδη ὢν, ὑπώπτευσεν Πεισίστρατον τυραννίδι ἐπιθήσεσθαι, ἥνικα παρήλθεν εἰς τὴν ἐκκλησίαν τῶν Ἀθηναίων, καὶ ἤτει φρουρὰν δὲ Πεισίστρατος. Ὁρῶν δὲ τοὺς Ἀθηναίους τῶν μὲν αὐτοῦ λόγων ἀκροῦντας ἀκούοντας, προσἔχοντας δὲ τῷ Πεισιστράτῳ, ἔφη, ὅτι τῶν μὲν ἐστι σοφώτερος, τῶν δὲ ἀνδρειότερος. Ὅποσοι μὲν μὴ γινώσκουσιν, ὅτι, φυλακὴν λαβὼν περὶ τὸ σῶμα, τύραννός ἐστιν, ἀλλὰ τούτων μὲν ἐστι σοφώτερος· ὅποσοι δὲ γινώσκοντες, ὑποσιωπῶσι, τούτων ἄνδρειότερός ἐστιν. Ὁ δὲ λαβὼν τὴν δύναμιν, τύραννος ἦν. Καθεζόμενος δὲ Σόλων πρὸ τῆς οἰκίας, τὴν ἀσπίδα καὶ τὸ δόρυ παραθέμενος ἔλεγε, ὅτι ἐξώπλισται, καὶ βοηθήσει τῇ πατρίδι, ἥ δύναται, στρατηγός μὲν διὰ τὴν ἡλικίαν οὐκ ἔτι ὢν, εὐνους δὲ διὰ