Ancient Greek
130.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 130.1
Unproofread scanNot analysed yet
την γνῶμην. Ὁμως οὖν Πεισίστρατος, εἴτε αἰδοῦ τῃ πρὸς τὸν ἄνδρα, καὶ τὴν σοφίαν αὐτοῦ, εἴτε καὶ μνήμῃ τῶν ἐφ ἡλικίας (λέγεται γὰρ αὐτῷ παιδικὰ γενέσθαι), οὐδὲν γε ἔδρασε κακὸν Σόλωνα. Ὁ δ' οὖν Σόλων ὀλίγον ὑστερον, ὑπέρηρως ὤν, τὸν βίον ἐτελεύτησεν, ἐπὶ σοφίᾳ καὶ ἀνδρείᾳ μεγάλῃ ἀπολιπὼν δόξαν. Καὶ ἀνέστησαν αὐτῷ χαλκὴν εἰκόνα ἐν τῇ ἀγορᾷ· ἀλλὰ καὶ ἔθαψαν αὐτὸν δημοσίᾳ παρὰ τὰς πύλας πρὸς τῷ τείχει ἐν δεξιᾷ εἰσιόντων, καὶ περιωχοδόμητο αὐτῷ ὁ τάφος.