Ancient Greek
138.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 138.1
Unproofread scanNot analysed yet
τῶν ἡδονῶν εἰσηγῆται τοῖς νέοις ἐγένοντο. Καὶ Μεσσήνιοι δὲ ἐξέωσαν τοὺς Ἐπικουρείους. XIII Περὶ Διονυσίου ἀδδηφαγίας, καὶ παχύτητος. Διονύσιον τὸν Ἡρακλέωτην, Κλεάρχου τοῦ τυράννου υἱόν, ἀκοῦν ἐκ τῆς καθ’ ἡμᾶς ἀδδηφαγίας καὶ τρυφῆς λαθὼν αὐτὸν ἐπεσφαχίσαντα καὶ καταπλανθέντα. Τὰ ἐπίχειρα γοῦν τοῦ κατὰ τὸ σῶμα μεγέθους, καὶ τοῦ περὶ τὰς σάρκας ὄγκου, ἐκαρπώσατο δυσπνοίαν. Φάσμακον οὖν αὐτῷ τοῦδε τοῦ πάθους συνέταξαν οἱ ἰατροί, φασί, βελόνας λεπτὰς κατασκευάσαι μηκίστας, εἶτα ταύτας διὰ τῶν πλευρῶν καὶ τῆς κοιλίας διωθεῖν, ὅταν εἰς ὕπνον τύχῃ βαθύτερον ἐμπεσών. Ἦν δὲ ἄρα τοῦτο ἐπιμελὲς ἐκείνοις ὁρᾶν, ἵστ’ ἂν ὅλη διὰ τῆς πεπωρωμένης καὶ τρόπου τινὰ ἀλλοτρίας αὐτοῦ σαρκὸς διεῖπεν ἢ βελόνη· ἀλλ’ ἐκεῖνός γε ἔκειτο λίσου διαφρέων οὐδέν. Εἰ δὲ ἀφίκετο τὸ βέλος ἐνθα λοιπὸν ἦν αὐτῷ τὸ σῶμα ἐξορώμενον, καὶ ἴδιον, ἀλλ’ οὐκ ἐκ τῆς ἄγαν πимελῆς ἀλλοτρίων, τῆνικαῦτα καὶ ἐκεῖνος ἠσθάνετο, καὶ ἠγείρετο ἐκ τοῦ ὕπνου. Τοὺς δὲ χρηματισμοὺς ἐποιεῖτο τοῖς βουλομένοις αὐτῷ προσεῖναι, κιβωτὸν τοῦ σώματος προβαλλόμενος. Οἱ δὲ οὐδὲ κιβωτὸν φασιν, ἀλλὰ πυργίον, ἵνα τὰ μὲν λοιπὰ μέρη αὐτοῦ ἀποκρύπτοιο, τὸ δὲ πρόσωπον μόνον ὑπερέχον διαλέγηται· πονηρὰν, ὦ Θεοῦ, ταύτην ἐκεῖνος τὴν στολὴν ἀμπεχόμενος, καὶ θηρίου φρουρὰν μᾶλλον, ἢ ἀνθρώπου ἐσθῆτα.