Ancient Greek
139.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 139.1
Unproofread scanNot analysed yet
XIV Περί Φιλίτης σώματος λεπτότητος. Φιλίταν λέγουσι τὸν Κῶον λεπτότατον γενέσθαι τὸ σῶμα. Ἐπεὶ τοίνυν ἀνατραπῆναι ἡδὺς ἦν ἐκ πάσης προφάσεως, μολίβδονον φασί, πεποιημένα εἶχεν ἐν τοῖς ὑποδήμασι πέλεκας, ἵνα μὴ ἀνατρέπηται ὑπὸ τῶν ἀνέμων, εἰ ποτε σκληροὶ κατέπνεον. Εἰ δὲ ἦν οὕτως ἀδύνατος, ὥστε μὴ ἀντέχειν πνεύματι, πῶς οἷός τε ἦν τοσοῦτον φορτίον ἐπάγεσθαι; Ἐμὲ μὲν οὖν τὸ λεχθὲν οὐ πείθει· ὁ δὲ ἐγνων ὑπὲρ τοῦ ἀνδρός, τοῦτο εἶπον.