Ancient Greek
159.3 to 159.4
Heraclides Ponticus Junior Gramm., Fragmenta 159.3-4
Unproofread scanNot analysed yet
Οἱ τῶν Ἑλλήνων ἀριστοὶ πενίαν διέζων παρὰ πάντα τὸν βίον. Ἐπαινείτωσαν οὖν πλουτὸν τινες ἐτι, μετὰ τοὺς τῶν Ἑλλήνων ἀρίστους, οἷς ἡ πενία παρὰ πάντα τὸν βίον συνεκληρώθη. Εἰδὼ δὲ οὕτοι, οἷον Ἀριστίδης ὁ Λυσικλέους, ἄνθρω πολλὰ μὲν ἐν πολέμῳ κατορθώσας, καὶ τοὺς φόρους δὲ τοῖς Ἑλλήσι τάξας. Ἄλλ’ οὗτος γε ὁ τοιοῦτος οὔτε ἐντάφια ἑαυτῷ κατέλιπεν ἱκανά. Καὶ Φωκίων δὲ πένης ἦν. Ἀλεξάνδρου δὲ πέμψαντος αὐτῷ τάλαντα ἑκατόν, ἡρώτα, Διὰ τίνα αἰτίαν μοι δίδωσιν; Ὥς δ’ εἶπον, ὅτι μόνον αὐτὸν ἡγεῖται Ἀθηναίων καλὸν καὶ ἀγαθόν, Οὐκοῦν, ἔφη, ἐκαστῷ με τοιούτων εἶναι.