Ancient Greek
159.5
Heraclides Ponticus Junior Gramm., Fragmenta 159.5
Unproofread scanNot analysed yet
Καὶ Ἐπαμινώνδας δὲ ὁ Πολυμνίδος πένης ἦν. Τάσσον δ’ αὐτῷ πέμψαντος πεντήκοντα χρυσούς, ὁδε, Ἀδίκως, ἔφη, ἄρχεις χειρῶν. Δανεισάμενος δὲ παρὰ τινος τῶν πολιτῶν πεντήκοντα δραχμάς, ἐφόδιον, εἰς Πελοπόννησον ἐνέβαλε. Πυθόμενος δὲ τὸν ὑπασπιστὴν αὐτοῦ χρήματα εἰληφέναι παρὰ τινος τῶν αἰχμαλώτων, Ἐμοὶ μὲν, εἶπεν, ἀπόδος τὴν ἀσπίδα, σεαυτῷ δὲ προῖα καπηλείου, ἐν ᾧ καταξήσεις· οὐ γὰρ ἐτι κινδυνεύειν ἐθελήσεις, πλούσιος γενόμενος.