Ancient Greek
172.3 to 173.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 172.3-173.1
Unproofread scanNot analysed yet
X Ὅτι πρῶτοι ἔκωφαν Αἰγινήται νόμισμα. Αἰγινήται ποτε ἐδυνήθησαν τὰ μέγιστα ἐν τοῖς Ἕλλησι, εὐφορίαν τινὰ χρόνων καὶ εὐκαιρίαν λαχόντες· δύναμιν γὰρ ναυτικὴν ἔσχον, καὶ ἦσαν μέγιστοι. Ἄλλὰ καὶ ἐν τοῖς Περαίοις ἀγαθοὶ ἐγένοντο, καὶ διὰ ταῦτα καὶ τῶν ἀριστείων ἡξιώθησαν. Καὶ πρῶτοι νόμισμα ἔκωφαν τὸ καὶ ἐξ αὐτῶν κληθὲν νόμισμα Αἰγινάτιον. XI Περὶ Παλλαντίου λόφου, καὶ Πυθείου ναοῦ, καὶ βωμοῦ. Ὅτι Ῥωμαῖοι ὑπὸ τῷ λόφῳ τῷ Παλλαντίῳ Πυθείου καὶ νεὼν καὶ βωμὸν ἱδρύσαντο. XII Περί τοῦ ἐν Κρήτῃ συλληφθέντος μοιχοῦ. Ὅτι ἐν Κρήτῃ ἐν Γορτύνῃ μοιχὸς ἑλοὺς ἤγετο ἐπὶ τὰς ἀρχάς, καὶ ἐστεφανοῦτο ἐφ᾽ ὧν ἐλεγχθείς. Τὸ δὲ στεφάνωμα κατηγόρει αὐτοῦ, ὅτι ἀνανδρὸς ἐστι, καὶ γύναιος, καὶ εἰς γυναῖκας καλός. Καὶ εἰσεπράσσετο δημοσίᾳ εἰς στατῆρας πεντήκοντα, καὶ ἀτιμότατος ἦν, καὶ οὐδενὸς οἱ μετέχ τῶν κοινῶν.