Ancient Greek
173.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 173.3
Unproofread scanNot analysed yet
XIII Πῶς ἡ Γνάθαινα ἐταῖρα κατεσίγασε λόγον. Ἀφίκετο ἐξ Ἑλλησπόντου παρὰ τὴν ἐταῖραν τὴν Ἀττικὴν, Γνάθαιναν, ἑοαστής, κατὰ κλῆσιν αὐτῆς. Παρὰ πότον οὖν πολὺς ἦν λαλῶν, καὶ ἐδόκει φορτικός. Ὑπολαβοῦσα οὖν ἡ Γνάθαινα, Εἶπα οὖ σύ μέντοι λέγεις, εἶπεν, ἥκειν ἐξ Ἑλλησπόντου; Τοῦ δέ, ὁμολογήσαντος, Καὶ πῶς, εἶπεν, οὐκ ἔγνωσ τῶν ἐκεί πόλεων τὴν πρώτην; Τοῦ δέ, εἰπόντος, Καὶ τίς ἐστιν; ἡδὲ ἀπεκρίνατο, Σίγειον· καὶ ἐμμελῶς διὰ τοῦ ὀνόματος κατεσίγασεν αὐτόν.