Ancient Greek
175.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 175.3
Unproofread scanNot analysed yet
XVIII Ὅτι Φάων ὧραῖος ἦν. Τὸν Φάωνα, κάλλιστον ἀνθρώπων ὄντα, ἡ Ἀφροδίτη ἐν Θριδακίαις ἔκρινε. Λόγος δὲ ἕτερος, ὅτι ἦν πορθημέυς, καὶ εἶχε τοῦτο τὸ ἐπιτήδευμα. Ἀφικετο δὲ ποτὲ ἡ Ἀφροδίτη διαπλεῦσαι βουλομένη· ὁ δὲ ἀσμένως ἐδέξατο, οὐχ εἰδὼς ὅς τις ἦν, καὶ σὺν πολλῇ φροντίδι ἤγαγεν, ὅποι ποτὲ ἐβούλετο. Ἀνθῶν ἡ Θεὸς ἐδωκεν ἀλάσασθον αὐτῷ, καὶ εἶχεν αὐτὴ μύρον, ᾧ χρώμενος ὁ Φάων ἐγένετο ἀνθρώπων κάλλιστος· καὶ ἤρουν γε αἱ γυναῖκες αὐτοῦ αἱ Μινυλναίων. Τὰ γε μὴν τελευταῖα ἀπεσφάγη, μοιχεύων ἄλους.