Ancient Greek
175.5 to 175.7
Heraclides Ponticus Junior Gramm., Fragmenta 175.5-7
Unproofread scanNot analysed yet
XIX Περὶ Σαπφοῦς. Τὴν ποιήτριαν Σαπφῶ, τὴν Σκαμανδρωνύμου θυγατέρα, ταύτην καὶ Πλάτων ὁ Ἀρίστωνος σοφὴν ἀναγράφει. Πυνθάνομαι δέ, ὅτι καὶ ἕτερα ἐν τῇ Λέσβῳ ἐγένετο Σαπφῶ, ἑταῖρα, οὐ ποιήτρια. XX Περὶ ἀηδόνος, καὶ χελιδόνος. Λέγει Ὅμηρος, τὴν ἀηδόνα μόνην ὀρνίθων ἀμελεῖν ὕπνον, καὶ διὰ τέλους ἀγρυπνεῖν. Τῇ δὲ χελιδόνι οὐκ εἰς τὸ παντελὲς ἀγρυπνεῖν, καὶ ταύτην δὲ ἀπολολεχέναι τοῦ ὕπνου τὸ ἥμισυ. Τιμωρίαν δὲ ἄρα ταύτην ἐκτίνουσι διὰ τὸ πάθος, τὸ ἐν Θρᾴκῃ καταολιγηθέν, τὸ εἰς τὸ δεῖπνον ἐκεῖνο τὸ ἀθέσμων.