Ancient Greek
176.4
Heraclides Ponticus Junior Gramm., Fragmenta 176.4
Unproofread scanNot analysed yet
XXII. Περὶ Τιτόρμου ἰσχύος, καὶ Μίλωνος, καὶ παροικίας τινός. Τιτόρμῳ φασὶ τῷ βουκόλῳ περιτυχεῖν τὸν Κροτωνιάτην Μίλωνα, μεγαλοφρονοῦντα διὰ τὴν ῥώμὴν τοῦ σώματος. Θεασάμενος οὖν μέγαν τὸν Τίτορμον τὸ σῶμα ἰδεῖν, ἐβούλετο λαβεῖν αὐτοῦ ἰσχύος πείραν. Ὁ δὲ Τιτόρμος ἔλεγε, μηδὲν μέγα ἰσχύειν. Καταβὰς δὲ εἰς τὸν Εὐήρον, καὶ θομικτίον ἀποδὺς, λίθον λαμβάνει μέγιστον, καὶ πρῶτον μὲν ἔλκει αὐτὸν πρὸς ἑαυτόν, εἶτα ἀπωθεῖ, καὶ δις καὶ τρίς τοῦτο ἐποίησε, καὶ μετὰ ταῦτα αὐτὸν ἤρεν ὡς εἰς τὰ γόνατα, καὶ τέλος ἀρήμερος ἐπὶ τῶν ὤμων ἔφε-