Ancient Greek
176.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 176.2
Unproofread scanNot analysed yet
XXI. Περὶ Λακεδαιμονίων γυναικῶν. Αἱ Λακεδαιμονίων μητέρες, ὅσαι ἐπυνθάνοντο τοὺς παῖδας αὐτῶν ἐν τῇ μάχῃ κεῖσθαι, ἀλλ᾽ αὗται γε ἀριζόμεναι τὰ τραύματα αὐτῶν ἐπεσκόπουν, τὰ τε ἔμπροσθεν, καὶ τὰ ὀπίσθεν. Καὶ, εἰ ἢν πλεῖω τὰ ἐγαντία, αἰδε γαυρούμεναι, καὶ σμυὸν ἄμα καὶ βλοσυχὸν δράσαι, τοὺς παῖδας εἰς τὰς πατρῴας ἔφερον ταφάς. Εἰ δὲ ἑτέρως εἶχον τῶν τραυμάτων, ἐνταῦθα αἰδοῦμεναι, καὶ θορυνοῦσαι, καὶ, ὡς ἐνὶ μάλιστα, λαθεῖν σπεύδουσαι, ἀπηλλάττοντο, καταλιποῦσαι τοὺς νεκροὺς ἐν τῷ πολυανδρίῳ θάψαι, ἢ λάθρα εἰς τὰ οἰκεία ἥρια ἐκόμιζον αὐτούς.