Ancient Greek
184.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 184.1
Unproofread scanNot analysed yet
ἢ ἄλλο τι τῶν τοιούτων, ἀλλ᾽ εἰ λελνῆς ἐγκρατὴς ἐγένετο, μέγα ἐφρόνει. XL Περί τῶν τῷ Ξέρξῃ ἐπομένων ἐφοδίων. Τὰ τε ἄλλα ἐφόδια εἴπετο τῷ Ξέρξῃ πολυτελείας καὶ ἀλαζονείας πεπληρωμένα, καὶ οὐν καὶ ὕδωρ ἠκολούθει τὸ ἐκ τοῦ Χοάσπου. Ἐπεὶ δ᾽ ἐν τινι ἐρήμῳ τόπῳ ἐδίψησεν, οὐδέπω τῆς θεραπείας ἠκούσης, ἐκηρύχθη τῷ στρατοπέδῳ, εἰ τις ἔχει ὕδωρ ἐκ τοῦ Χοάσπου, ἵνα δὴ βασιλεὺ πίῃ. Καὶ εὐρέθη τις βραχὺ καὶ σκεπδὸς ἔχων. Ἐπιεν οὖν τοῦτο ὁ Ξέρξης, καὶ εὐεργέτην τὸν δόντα ἐνόμισεν, ὅτι ἂν ἀπώλετο τῇ δίψῃ, εἰ μὴ ἐκεῖνος εὑρέθη.